Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔσχατον δὲ κακῶν, εἰ διʼ ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλʼ ἡ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου διὰ δημαρχίας ἄντικρυς ἐπʼ αὐτὸν βαδίζοντος.

ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατʼ ἀγοράν ἐκβιασθῆναι μόλις, καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.

ἐπαρθεὶς οὖν ὁ Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα Τοῖς ἀπόροις καὶ πένησιν. ἀντέλεγε δὲ οὐδεὶς πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος ὁ Καῖσαρ εἷλκεν εἰς δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλʼ ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου

p.316
διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοιαῦτα πολιτευομένους.

ἐπηκολούθει δὲ ἡ βουλὴ μετὰ κατηφείας, καὶ τοῦ δήμου τὸ βέλτιστον ἀγανακτοῦν σιωπῇ καὶ ἀχθόμενον, ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας, ἀλλὰ φιλονεικῶν καὶ περιμένων ὑπὸ τοῦ Κάτωνος ἐπίκλησιν γενέσθαι καὶ δέησιν προῆγεν. ἐπεὶ δὲ ἐκεῖνος ἦν δῆλος οὐδὲ μελλήσων τι ποιεῖν, ἡττηθεὶς ὑπὸ αἰσχύνης καὶ ἀδοξίας ὁ Καῖσαρ αὐτός τινα τῶν δημάρχων ὑφῆκε πείσας ἐξελέσθαι τὸν Κάτωνα.

τοῖς μέντοι νόμοις ἐκείνοις καὶ ταῖς χάρισι τιθασεύσαντες τὸν ὄχλον, ἐψηφίσαντο Καίσαρι μὲν Ἰλλυριῶν καὶ Γαλατίας ἀρχὴν ἁπάσης καὶ τέσσαρα τάγματα στρατιᾶς εἰς πενταετίαν, προλέγοντος Κάτωνος ὡς εἰς ἀκρόπολιν τὸν τύραννον αὐτοὶ ταῖς ἑαυτῶν ψήφοις ἱδρύουσι, Πόπλιον δὲ Κλώδιον ἐκ πατρικίων εἰς δημοτικοὺς παρανόμως μεταστήσαντες ἀπέδειξαν δήμαρχον,