Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν ὁ Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔπεμπε, καὶ περιβόητος ὁ δεκασμὸς ἦν, ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα διʼ οἰκειότητος, ὡμολόγουν ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον.

εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλʼ ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν, ὧν οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον.

ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων

p.310
στασιάσαντος πρὸς Πομπήϊον ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος τὰ ὑφʼ αὐτοῦ γενόμενα, καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος ὁ Πομπήϊος ἐν συγκλήτῳ καὶ δημαγωγῶν, ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν.

ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίου τε περιείχετο, τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. ὁ γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ, στρατηγίας ἐπανήκων ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα δὲ ᾔτει θρίαμβον.