Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Πομπήϊος δὲ μέγας ἀπὸ τῆς στρατείας ἐπανιών, καὶ τῇ λαμπρότητι καὶ προθυμίᾳ τῆς ὑποδοχῆς πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν, προὔπεμψεν ἀξιῶν τὰς ὑπατικὰς ἀρχαιρεσίας ἀναβαλέσθαι τὴν σύγκλητον, ὡς ἂν αὐτὸς παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον ὁ Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖπε καὶ μετέστησε τὴν βουλήν, ὥστε ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε· καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον, ἑταῖρον αὐτοῦ· καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ.

τινὲς δέ φασιν οὐ τῶν ἀδελφιδῶν, ἀλλὰ τῶν θυγατέρων τὴν μνηστείαν γενέσθαι, τοῦ δὲ Μουνατίου ταῦτα πρὸς τὸν Κάτωνα καὶ τὴν γυναῖκα καὶ τὰς ἀδελφὰς φράσαντος, αἱ μὲν ὑπερηγάπησαν τὴν οἰκειότητα πρὸς τὸ μέγεθος

p.308
καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὁ δὲ Κάτων οὔτʼ ἐπισχὼν οὔτε βουλευσάμενος, ἀλλὰ πληγεὶς εὐθὺς εἶπε·

βάδιζε, Μουνάτιε, βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ, καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης

paris.1624.774
πιστοτέραν οἰκειότητος, ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος.ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δὲ οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ ὑπερήφανον τὴν ἀπόκρισιν.

εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν ὁ Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔπεμπε, καὶ περιβόητος ὁ δεκασμὸς ἦν, ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα διʼ οἰκειότητος, ὡμολόγουν ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον.

εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλʼ ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν, ὧν οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον.