Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

μύρον δʼ ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο· καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλʼ ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.

ὁ δὲ Κάτων ἐπειδὴ τὴν ἱερωσύνην ἔλαβε τοῦ Ἀπόλλωνος, μετοικήσας καὶ νειμάμενος μοῖραν τῶν πατρῴων ἑκατὸν εἴκοσι ταλάντων γενομένην, τὴν μὲν δίαιταν ἔτι μᾶλλον συνέστειλεν, Ἀντίπατρον δὲ Τύριον τῶν ἀπὸ τῆς στοᾶς φιλοσόφων προσεταιρισάμενος, τοῖς ἠθικοῖς μάλιστα καὶ πολιτικοῖς ἐνεφύετο δόγμασι, περὶ πᾶσαν μὲν ἀρετὴν ὥσπερ ἐπιπνοίᾳ τινὶ κατάσχετος γεγονώς, διαφόρως δὲ τοῦ καλοῦ τὸ περὶ τὴν

p.246
δικαιοσύνην ἀτενὲς, καὶ ἄκαμπτον εἰς ἐπιείκειαν ἢ χάριν, ὑπερηγαπηκώς.

ἤσκει δὲ καὶ τὸν ὀργανικὸν εἰς πλήθη λόγον, ἀξιῶν ὥσπερ ἐν πόλει μεγάλῃ τῇ πολιτικῇ φιλοσοφίᾳ καὶ μάχιμον εἶναί τι παρατρεφόμενον. οὐ μέντοι μεθʼ ἑτέρων ἐποιεῖτο τὰς μελέτας, οὐδʼ ἠκροάσατο λέγοντος οὐδείς, ἀλλὰ καὶ πρός τινα τῶν ἑταίρων εἰπόντα, μέμφονταί σου, Κάτων, οἱ ἄνθρωποι τὴν σιωπήν, μόνον, ἔφη, μὴ τὸν βίον. ἄρξομαι δὲ λέγειν, ὅταν μὴ μέλλω λέγειν ἄξια σιωπῆς.