Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν, γενόμενος δʼ ἐν ἡλικίᾳ μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφόν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε.

μύρον δʼ ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο· καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλʼ ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.