Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῆ τὸν Κάτωνα καὶ νομίζοντας

p.304
ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλα τε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκεῖνον καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφʼ ᾗ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων.

ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας, καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλʼ ἐναντιωθεὶς καὶ παραιτησάμενος. οἵ τε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μηδὲ ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖς τε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον.

ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος, εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας ἐπάγοντος, εἰς τὴν Πομπηΐου χάριν μᾶλλον ἢ κατὰ ἔχθος ἴδιον. ὁ δὲ Κάτων, οἰκειότητός τε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ, καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ

p.306
κατηγορίας.

τέλος δὲ, τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος, τοσοῦτον ἐκράτησεν ὥστε τὸν Μέμμιον αὐτὸν ἀναγκάσαι τῶν δικῶν ἀποστῆναι καὶ φυγεῖν τὸν ἀγῶνα. Λεύκολλος μὲν οὖν θριαμβεύσας ἔτι μᾶλλον ἐνεφύετο τῇ φιλίᾳ τοῦ Κάτωνος, ἔχων ἔρυμα καὶ πρόβλημα μέγα πρὸς τὴν Πομπηΐου δύναμιν.