Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλὰ τὴν τήβεννον προϊσχόμενος καὶ βοῶν ἀνασχεῖν τοῖς βάλλουσι, καὶ τέλος αὐτὸν τὸν Κάτωνα πείθων καὶ περιπτύσσων, εἰς τὸν νεὼν τῶν Διοσκούρων ἀπήγαγεν. ἐπεὶ δὲ κατεῖδεν ὁ Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους, καὶ προσελθὼν κοσμίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον.

οἱ δὲ ἐναντίοι ταχέως ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς τροπῆς ἐπῄεσαν αὖθις ἐμβοήσαντες μέγα καὶ θαρραλέον, ὥστε τοῖς περὶ τὸν Μέτελλον ἐμπεσεῖν ταραχὴν καὶ δέος οἰομένοις ὅπλων ποθὲν εὐπορήσαντας αὐτοὺς ἐπιφέρεσθαι, καὶ μηθένα μένειν, ἀλλὰ φεύγειν ἅπαντας ἀπὸ τοῦ βήματος, οὕτω δὴ σκεδασθέντων ἐκείνων,

τοῦ δὲ Κάτωνος προσελθόντος καὶ τὰ μὲν ἐπαινέσαντος, τὰ δὲ

paris.1624.773
ἐπιρρώσαντος τὸν δῆμον, οἵ τε πολλοὶ παρετάξαντο παντὶ τρόπῳ καταλῦσαι τὸν Μέτελλον, ἥ τε σύγκλητος ἀθροισθεῖσα παρήγγειλεν ἀρχῆθεν βοηθεῖν τῷ Κάτωνι καὶ διαμάχεσθαι πρὸς τὸν νόμον, ὡς στάσιν ἐπεισάγοντα τῇ Ῥώμῃ καὶ πόλεμον ἐμφύλιον.

ὁ δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῆ τὸν Κάτωνα καὶ νομίζοντας

p.304
ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλα τε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκεῖνον καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφʼ ᾗ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων.