Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὡς οὖν ἐπιστὰς ὁ Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον,

p.300
ἐπιστρέψας πρὸς τοὺς φίλους, ὢ θρασέος, εἶπεν, ἀνθρώπου καὶ δειλοῦ, ὃς καθʼ ἑνὸς ἀνόπλου καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν. ἅμα δʼ εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου.

καὶ διέστησαν αὐτοῖς[*](αὐτοῖς followed in the MSS. by ἐκεῖνοι, which Coraës and Bekker delete; Sintenis corrects to ἐκείνοις. ) οἱ τὰς ἀναβάσεις κατέχοντες, ἄλλον δὲ οὐδένα παρῆκαν, ἢ μόλις ἐπισπάσας τῆς χειρὸς ὁ Κάτων τὸν Μουνάτιον ἀνήγαγε· καὶ βαδίζων εὐθὺς ὡς εἶχε καθίζει μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος, ὥστε διακόψαι τὴν κοινολογίαν.

κἀκεῖνοι μὲν διηπόρησαν, οἱ δὲ χαρίεντες θεασάμενοι καὶ θαυμάσαντες τὸ πρόσωπον καὶ τὸ φρόνημα καὶ τὸ θάρσος τοῦ Κάτωνος ἐγγυτέρω προσῆλθον, καὶ βοῇ διεκελεύσαντο τῷ μὲν Κάτωνι θαρρεῖν, μένειν δὲ ἀλλήλοις καὶ συστρέφεσθαι καὶ μὴ προδιδόναι τὴν ἐλευθερίαν καὶ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον.

ἔνθα δὴ τοῦ ὑπηρέτου τὸν νόμον προχειρισαμένου, τοῦ δὲ Κάτωνος οὐκ ἐῶντος ἀναγινώσκειν, τοῦ δὲ Μετέλλου παραλαβόντος αὐτὸν καὶ ἀναγινώσκοντος, ὁ μὲν Κάτων ἐξήρπασε τὸ βιβλίον, ὁ δὲ Θέρμος ἀπὸ στόματος τοῦ Μετέλλου τὸν νόμον ἐπισταμένου καὶ λέγοντος ἐπέσχε τῇ χειρὶ τὸ στόμα καὶ τὴν φωνὴν ἀπέκλεισεν,

ἄχρι οὗ, ἄμαχον ὁρῶν ἀγῶνα τοὺς ἄνδρας ὁ Μέτελλος ἀγωνιζομένους, καὶ τὸν δῆμον ἡττώμενον πρὸς τὸ συμφέρον καὶ τρεπόμενον, ἐκέλευσεν ἄποθεν[*](ἄποθεν Kaltwasser: οἴκοθεν (from his house).) ὁπλίτας μετὰ φόβου καὶ κραυγῆς ἐπιτρέχειν. γενομένου δὲ τούτου καὶ πάντων διασκεδασθέντων ὑποστάντα μόνον τὸν

p.302
Κάτωνα καὶ βαλλόμενον λίθοις καὶ ξύλοις ἄνωθεν οὐ περιεῖδε Μουρήνας ὁ τὴν δίκην φυγὼν ὑπʼ αὐτοῦ καὶ κατηγορηθείς,

ἀλλὰ τὴν τήβεννον προϊσχόμενος καὶ βοῶν ἀνασχεῖν τοῖς βάλλουσι, καὶ τέλος αὐτὸν τὸν Κάτωνα πείθων καὶ περιπτύσσων, εἰς τὸν νεὼν τῶν Διοσκούρων ἀπήγαγεν. ἐπεὶ δὲ κατεῖδεν ὁ Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους, καὶ προσελθὼν κοσμίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον.