Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν ὁ δῆμος ἔμελλε, Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρατηγοῦντος τότε,

Κάτωνι δὲ οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον ἢ συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετʼ ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας.

αὐτὸς δʼ ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον, ὥσπερ εἰώθει, καὶ νυκτερεύσας, ὑφʼ ἑνὸς τῶν συναρχόντων, Μινυκίου Θέρμου, βαθέως καθεύδων ἐπηγέρθη· καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δὲ ἀπαντώντων καὶ φυλάττεσθαι παρακελευομένων.

ὡς οὖν ἐπιστὰς ὁ Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον,

p.300
ἐπιστρέψας πρὸς τοὺς φίλους, ὢ θρασέος, εἶπεν, ἀνθρώπου καὶ δειλοῦ, ὃς καθʼ ἑνὸς ἀνόπλου καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν. ἅμα δʼ εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου.

καὶ διέστησαν αὐτοῖς[*](αὐτοῖς followed in the MSS. by ἐκεῖνοι, which Coraës and Bekker delete; Sintenis corrects to ἐκείνοις. ) οἱ τὰς ἀναβάσεις κατέχοντες, ἄλλον δὲ οὐδένα παρῆκαν, ἢ μόλις ἐπισπάσας τῆς χειρὸς ὁ Κάτων τὸν Μουνάτιον ἀνήγαγε· καὶ βαδίζων εὐθὺς ὡς εἶχε καθίζει μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος, ὥστε διακόψαι τὴν κοινολογίαν.

κἀκεῖνοι μὲν διηπόρησαν, οἱ δὲ χαρίεντες θεασάμενοι καὶ θαυμάσαντες τὸ πρόσωπον καὶ τὸ φρόνημα καὶ τὸ θάρσος τοῦ Κάτωνος ἐγγυτέρω προσῆλθον, καὶ βοῇ διεκελεύσαντο τῷ μὲν Κάτωνι θαρρεῖν, μένειν δὲ ἀλλήλοις καὶ συστρέφεσθαι καὶ μὴ προδιδόναι τὴν ἐλευθερίαν καὶ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον.