Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν ὁ δῆμος ἔμελλε, Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρατηγοῦντος τότε,

Κάτωνι δὲ οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον ἢ συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετʼ ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας.

αὐτὸς δʼ ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον, ὥσπερ εἰώθει, καὶ νυκτερεύσας, ὑφʼ ἑνὸς τῶν συναρχόντων, Μινυκίου Θέρμου, βαθέως καθεύδων ἐπηγέρθη· καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δὲ ἀπαντώντων καὶ φυλάττεσθαι παρακελευομένων.

ὡς οὖν ἐπιστὰς ὁ Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον,

p.300
ἐπιστρέψας πρὸς τοὺς φίλους, ὢ θρασέος, εἶπεν, ἀνθρώπου καὶ δειλοῦ, ὃς καθʼ ἑνὸς ἀνόπλου καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν. ἅμα δʼ εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου.