Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ δεδιττομένου τὴν βουλὴν ἐφʼ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλʼ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.

τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί

p.290
φασι τόν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτα ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβαλόντος. οὔπω γὰρ ἤσκουν οὐδʼ ἐκέκτηντο τοὺς καλουμένους σημειογράφους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δʼ οὖν ὁ Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.

εἰ δὲ δεῖ μηδὲ τὰ μικρὰ τῶν ἠθῶν σημεῖα παραλιπεῖν ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους, λέγεται, τότε πολλὴν ἅμιλλαν καὶ μέγαν ἀγῶνα πρὸς τὸν Κάτωνα τοῦ Καίσαρος ἔχοντος καὶ τῆς βουλῆς εἰς ἐκείνους ἀνηρτημένης, δελτάριόν τι μικρὸν ἔξωθεν εἰσκομισθῆναι τῷ Καίσαρι. τοῦ δὲ Κάτωνος εἰς ὑποψίαν ἄγοντος τὸ πρᾶγμα καὶ διαβάλλοντος εἶναί τινας τοὺς κινουμένους, καὶ κελεύοντος ἀναγινώσκειν τὰ γεγραμμένα, τὸν Καίσαρα τῷ Κάτωνι προσδοῦναι τὸ δελτάριον ἐγγὺς ἑστῶτι.

τὸν δὲ ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἐπιστόλιον ἀκόλαστον πρὸς τὸν Καίσαρα γεγραμμένον, ἐρώσης καὶ διεφθαρμένης ὑπʼ αὐτοῦ, προσρῖψαί τε τῷ Καίσαρι καὶ εἰπεῖν, κράτει, μέθυσε, καὶ πάλιν οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον τραπέσθαι.

φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος ἡ γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ

p.292
Καίσαρι κακῶς ἤκουσε· τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου διʼ ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐδʼ ἡ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.

εἶτα ἔγημε θυγατέρα Φιλίππου, Μαρκίαν, ἐπιεικῆ δοκοῦσαν εἶναι γυναῖκα, περὶ ἧς ὁ πλεῖστος λόγος· καὶ καθάπερ[*](καὶ καθάπερ the καὶ is supplied by Sintenis; Bekker has καθάπερ γάρ, after Coraës.) ἐν δράματι τῷ βίῳ τοῦτο τὸ μέρος προβληματῶδες γέγονε καὶ ἄπορον. ἐπράχθη δὲ τοῦτον τὸν τρόπον, ὡς ἱστορεῖ Θρασέας, εἰς Μουνάτιον, ἄνδρα Κάτωνος ἑταῖρον καὶ συμβιωτήν, ἀναφέρων τήν πίστιν.