Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλὰ γενναίως τε καὶ φιλανθρώπως ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος ὥστε κατʼ ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος εἰ μέλλει τι σήμερον πραγματεύσασθαι τῶν περὶ τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύων ἀπῄει.

τῆς δὲ δίκης λεγομένης ὁ Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνά τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων γέλωτα παρεῖχε τοῖς δικασταῖς.

p.286
τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας εἰπεῖν ὦ ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν.

ἀποφυγὼν δὲ ὁ Μουρήνας οὐ πονηροῦ πάθος οὐδὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.