Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

διὸ τοῦτον μὲν παρῆκε, Λεύκιον δὲ Μουρήναν ἐδίωκεν ἀργυρίῳ διαπραξάμενον ἄρχοντα μετὰ τοῦ Σιλανοῦ γενέσθαι, νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος, ὥστε μὴ λαθεῖν ἃ συνάγει καὶ παρασκευάζεται πρὸς τὴν κατηγορίαν, ὁ τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μηδὲ ἀδίκως,

ἀλλὰ γενναίως τε καὶ φιλανθρώπως ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος ὥστε κατʼ ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος εἰ μέλλει τι σήμερον πραγματεύσασθαι τῶν περὶ τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύων ἀπῄει.

τῆς δὲ δίκης λεγομένης ὁ Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνά τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων γέλωτα παρεῖχε τοῖς δικασταῖς.

p.286
τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας εἰπεῖν ὦ ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν.

ἀποφυγὼν δὲ ὁ Μουρήνας οὐ πονηροῦ πάθος οὐδὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.

πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. αὐτὸς μὲν γὰρ ὁ Κατιλίνας ὀλέθριόν τε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγχθεὶς ὑπὸ τοῦ Κικέρωνος ἐξέπεσε τῆς πόλεως,