Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τὸ μὲν οὖν πρῶτον ὀλίγοι περὶ τὸν Κάτωνά τῶν φίλων ἦσαν φανερᾶς δέ τῆς γνώμης

paris.1624.769
αὐτοῦ γενομένης, ὀλίγου χρόνου πάντες οἱ χρηστοὶ καὶ γνώριμοι συνέτρεχον καὶ παρεκάλουν καὶ παρεθάρρυνον αὐτὸν, ὡς οὐ λαμβάνοντα χάριν, ἀλλὰ τὴν μεγίστην διδόντα τῇ πατρίδι καὶ τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν, ὅτι πολλάκις ἀπραγμόνως ἄρξαι παρὸν οὐ θελήσας, νῦν ὑπὲρ τῆς ἐλευθερίας καὶ πολιτείας ἀγωνιούμενος οὐκ ἀκινδύνως κάτεισι.

λέγεται δέ, πολλῶν ὑπὸ σπουδῆς καὶ φιλοφροσύνης ὠθουμένων πρὸς αὐτὸν, ἐν κινδύνῳ γενόμενος μόλις ἐξικέσθαι διὰ πλῆθος εἰς τὴν ἀγοράν. ἀποδειχθεὶς δὲ δήμαρχος

p.284
σὺν ἑτέροις, καὶ τῷ Μετέλλῳ, τὰς ὑπατικὰς ἀρχαιρεσίας ὁρῶν ὠνίους οὔσας, ἐπετίμησε τῷ δήμῳ· καὶ καταπαύων τὸν λόγον ἐπώμοσε τοῦ δόντος ἀργύριον, ὅστις ἂν ᾖ, κατηγορήσειν, ἕνα Σιλανὸν ὑπεξελόμενος διʼ οἰκειότητα. Σερβιλίαν γὰρ ἀδελφὴν Κάτωνος ὁ Σιλανὸς εἶχε.

διὸ τοῦτον μὲν παρῆκε, Λεύκιον δὲ Μουρήναν ἐδίωκεν ἀργυρίῳ διαπραξάμενον ἄρχοντα μετὰ τοῦ Σιλανοῦ γενέσθαι, νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος, ὥστε μὴ λαθεῖν ἃ συνάγει καὶ παρασκευάζεται πρὸς τὴν κατηγορίαν, ὁ τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μηδὲ ἀδίκως,

ἀλλὰ γενναίως τε καὶ φιλανθρώπως ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος ὥστε κατʼ ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος εἰ μέλλει τι σήμερον πραγματεύσασθαι τῶν περὶ τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύων ἀπῄει.

τῆς δὲ δίκης λεγομένης ὁ Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνά τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων γέλωτα παρεῖχε τοῖς δικασταῖς.

p.286
τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας εἰπεῖν ὦ ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν.

ἀποφυγὼν δὲ ὁ Μουρήνας οὐ πονηροῦ πάθος οὐδὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.