Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

μοχθηροῦ δὲ ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν ἐπαναστὰς Ἀμναῖος, ὦ ἄνθρωπε, εἶπε, τίς ἀνέξεταί σου δειπνοῦντος μὲν ὡς Λευκόλλου, οἰκοδομοῦντος δὲ ὡς Κράσσου, δημηγοροῦντος δὲ ἡμῖν ὡς Κάτωνος; καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς χλευάζοντες ἐκάλουν Κάτωνας.

πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς·

εἶτα καθʼ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι

p.282
παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, οὐκ ἴστε, εἶπεν, ὅτι καὶ καθʼ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων;

οὔκουν σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἢ ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον ἢ πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρʼ ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί.

τὸ μὲν οὖν πρῶτον ὀλίγοι περὶ τὸν Κάτωνά τῶν φίλων ἦσαν φανερᾶς δέ τῆς γνώμης

paris.1624.769
αὐτοῦ γενομένης, ὀλίγου χρόνου πάντες οἱ χρηστοὶ καὶ γνώριμοι συνέτρεχον καὶ παρεκάλουν καὶ παρεθάρρυνον αὐτὸν, ὡς οὐ λαμβάνοντα χάριν, ἀλλὰ τὴν μεγίστην διδόντα τῇ πατρίδι καὶ τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν, ὅτι πολλάκις ἀπραγμόνως ἄρξαι παρὸν οὐ θελήσας, νῦν ὑπὲρ τῆς ἐλευθερίας καὶ πολιτείας ἀγωνιούμενος οὐκ ἀκινδύνως κάτεισι.