Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαντας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε.

πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν, τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν

paris.1624.767
δῆμον ἥδεσθαι τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας ὁρῶντα, τοὺς δὲ ἃ μὴ προσεδόκων ἀπολαμβάνοντας.

ἔπειτα γράμματα πολλῶν οὐ προσηκόντως ἀναφερόντων, καὶ δόγματα ψευδῆ

p.274
παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων, οὐδὲν αὐτὸν ἔλαθε γινόμενον τοιοῦτον, ἀλλʼ ὑπὲρ ἑνός ποτε δόγματος ἐνδοιάσας εἰ κύριον γέγονε, πολλῶν μαρτυρούντων οὐκ ἐπίστευσεν, οὐδὲ κατέταξε πρότερον ἢ τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους.

ὄντων δὲ πολλῶν οἷς Σύλλας ἐκεῖνος ἀποκτείνασιν ἄνδρας ἐκ προγραφῆς γέρας ἔδωκεν ἀνὰ μυρίας δισχιλίας δραχμάς, ἅπαντες μὲν αὐτοὺς ὡς ἐναγεῖς καὶ μιαροὺς ἑμίσουν, ἀμύνασθαι δὲ οὐδεὶς ἐτόλμα, Κάτων δὲ προσκαλούμενος ἕκαστον ἔχοντα δημόσιον ἀργύριον ἀδίκως ἐξέπραττεν, ἅμα θυμῷ καὶ λόγῳ τὸ τῆς πράξεως ἀνόσιον καὶ παράνομον ἐξονειδίζων.

οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ, καὶ τρόπον τινὰ προηλωκότες ἀπήγοντο πρὸς τοὺς δικαστὰς καὶ δίκας ἔτινον, ἡδομένων πάντων καὶ νομιζόντων συνεξαλείφεσθαι τὴν τότε τυραννίδα καὶ Σύλλαν αὐτὸν ἐφορᾶν κολαζόμενον.