Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, αἰσχρόν, εἶπεν, ὦ Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν ὑπὸ τῶν

p.272
ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι. ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, ὁ Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δὲ οὐδέν, ἀλλʼ,ʼ εἴτε ὑπʼ ὀργῆς εἴτε ὑπʼ αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος.

οὐ μὴν ἥλω γε ὁ ἄνθρωπος, ἀλλʼ ἐπεὶ μιᾷ ψήφῳ τὰς ἀφιείσας ὑπερέβαλλον αἱ καθαιροῦσαι καὶ Λόλλιος Μᾶρκος εἷς, συνάρχων τοῦ Κάτωνος, ὑπὸ ἀσθενείας ἀπελέλειπτο τῆς δίκης, πέμπει πρὸς τοῦτον ὁ Κάτλος δεόμενος βοηθῆσαι τῷ ἀνθρώπῳ· κἀκεῖνος ἐν φορείῳ κομισθεὶς μετὰ τὴν δίκην ἔθετο τὴν ἀπολύουσαν. οὐ μὴν ἐχρήσατό γε τῷ γραμματεῖ ὁ Κάτων, οὐδὲ τὸν μισθὸν ἀπέδωκεν, οὐδὲ ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν.

οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαντας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε.

πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν, τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν

paris.1624.767
δῆμον ἥδεσθαι τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας ὁρῶντα, τοὺς δὲ ἃ μὴ προσεδόκων ἀπολαμβάνοντας.