Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμούμενος ἔσπευδε πρὸς Ἰτύκην ἐκείνην γὰρ παραφυλάττων τὴν πόλιν οὐ μετέσχε τοῦ ἀγῶνος, πυθόμενος δὲ ὡς ἑαυτὸν ὁ ἀνὴρ διεργάσαιτο, δῆλος μὲν ἦν δηχθείς, ἐφʼ ᾧ δὲ ἄδηλον. εἶπε δʼ οὖν ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας. ὁ μὲν οὖν μετὰ ταῦτα γραφεὶς ὑπʼ αὑτοῦ πρὸς Κάτωνα τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντος οὐδὲ εὐδιαλλάκτως σημεῖον εἶναι. πῶς γὰρ ἂν ἐφείσατο ζῶντος εἰς ἀναίσθητον ἐκχέας ὀργὴν τοσαύτην;

τῇ δὲ πρὸς Κικέρωνα καὶ Βροῦτον αὑτοῦ καὶ μυρίους ἄλλους τῶν πεπολεμηκότων ἐπιεικείᾳ τεκμαίρονται καὶ τὸν λόγον ἐκεῖνον οὐκ ἐξ ἀπεχθείας, ἀλλὰ φιλοτιμίᾳ πολιτικῇ συντετάχθαι διὰ τοιαύτην αἰτίαν. ἔγραψε Κικέρων ἐγκώμιον Κάτωνος, ὄνομα τῷ λόγῳ θέμενος Κάτωνα· καὶ πολλοῖς ὁ λόγος ἦν διὰ σπουδῆς, ὡς εἰκός, ὑπὸ τοῦ δεινοτάτου τῶν ῥητόρων εἰς τὴν καλλίστην πεποιημένος ὑπόθεσιν.

τοῦτο ἠνία Καίσαρα, κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον. ἔγραψεν οὖν πολλάς τινας κατὰ τοῦ Κάτωνος αἰτίας συναγαγών τὸ δὲ βιβλίον Ἀντικάτων ἐπιγέγραπται. καὶ σπουδαστὰς ἔχει τῶν λόγων ἑκάτερος διὰ Καίσαρα καὶ Κάτωνα πολλούς.

p.570