Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκ τούτου διαβαλὼν εἰς Ἰταλίαν ἀνέβαινεν εἰς Ῥώμην, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε τῆς

paris.1624.732
ἀρχῆς ἐκείνης πρότερον ἐνιαυσίου γενομένης· εἰς δὲ τοὐπιὸν ὕπατος ἀπεδείχθη, καὶ κακῶς ἤκουσεν ὅτι τῶν στρατιωτῶν στασιασάντων καὶ δύο στρατηγικοὺς ἄνδρας ἀνελόντων, Κοσκώνιον καὶ Γάλβαν, ἐπετίμησε μὲν αὐτοῖς τοσοῦτον ὅσον ἀντὶ στρατιωτῶν πολίτας προσαγορεῦσαι, χιλίας δὲ διένειμεν ἑκάστῳ δραχμὰς καὶ χώραν τῆς Ἰταλίας ἀπεκλήρωσε πολλήν.

ἦν δὲ αὐτοῦ διαβολὴ καὶ ἡ Δολοβέλλα μανία καὶ ἡ Ἀμαντίου φιλαργυρία καὶ μεθύων Ἀντώνιος καὶ Κορφίνιος τὴν Πομπηΐου σκευωρούμενος οἰκίαν καὶ μετοικοδομῶν ὡς ἱκανὴν οὐκ οὖσαν. ἐπὶ τούτοις γὰρ ἐδυσφόρουν Ῥωμαῖοι. Καῖσαρ δὲ διὰ τὴν ὑπόθεσιν τῆς πολιτείας οὐκ ἀγνοῶν οὐδὲ βουλόμενος ἠναγκάζετο χρῆσθαι τοῖς ὑπουργοῦσι.