Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Πομπήϊος δὲ ὡς κατεῖδεν ἀπὸ θατέρου τοὺς

p.552
ἱππεῖς φυγῇ σκεδασθέντας, οὐκέτι ἦν ὁ αὐτὸς οὐδʼ ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος, ἀλλʼ ὑπὸ θεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοικώς ἄφθογγος ᾤχετο ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθεζόμενος ἐκαραδόκει τὸ μέλλον, ἄχρι οὗ τροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱ πολέμιοι τοῦ χάρακος καὶ διεμάχοντο πρὸς τοὺς φυλάττοντας.

τότε δὲ ὥσπερ ἔννους γενόμενος, καὶ ταύτην μόνην, ὥς φασι, φωνὴν ἀφεὶς, οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν; ἀπεδύσατο μὲν τὴν ἐναγώνιον καὶ στρατηγικὴν ἐσθῆτα, φεύγοντι δὲ πρέπουσαν μεταλαβὼν ὑπεξῆλθεν. ἀλλʼ οὗτος μὲν οἵαις

paris.1624.730
ὕστερον χρησάμενος τύχαις ὅπως τε παραδοὺς ἑαυτὸν τοῖς Αἰγυπτίοις ἀνδράσιν ἀνῃρέθη, δηλοῦμεν ἐν τοῖς περὶ ἐκείνου γράμμασιν.