Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε καί τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καί φεύγοντος ἔχεσθαι Καίσαρος. αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρῖψαι μάχην περὶ τηλικούτων, καί παρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸν χρόνον ἠξίου τρίβειν καί μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν βραχεῖαν οὖσαν. τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας,

ἐν δὲ ταῖς πλάναις καί ταῖς στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως, καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, διʼ ἀσθένειαν ἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲ καί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, καί τὸ μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν χρόνου βραχέος ἐδόκει περὶ αὑτῷ καταλυθήσεσθαι.

διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν

p.542
ὅς γε καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δʼ ἄλλοι πάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλʼ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.

Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ ʽ νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσασʼ διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς

paris.1624.728
τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρʼ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸν Καίσαρα διώκων.

ὁ δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυσεν, οὐδενὸς παρέχοντος ἀγοράν, ἀλλὰ πάντων καταφρονούντων Διὰ τὴν ἔναγχος ἧτταν ὡς δὲ εἷλε Γόμφους, Θεσσαλικὴν πόλιν, οὐ μόνον ἔθρεψε τὴν στρατιάν, ἀλλὰ καὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως. ἀφθόνῳ γὰρ ἐνέτυχον οἴνῳ, καὶ πιόντες ἀνέδην, εἶτα χρώμενοι κώμοις καὶ βακχεύοντες ἀνὰ τὴν ὁδὸν, ἐκ μέθης διεκρούσαντο καὶ παρήλλαξαν τὸ πάθος, εἰς ἕξιν ἑτέραν τοῖς σώμασι μεταπεσόντες.

ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι κατεστρατοπέδευσαν, ὁ μὲν Πομπήϊος

p.544
αὖθις εἰς τὸν ἀρχαῖον ἀνεκρούετο λογισμὸν τὴν γνώμην, ἔτι καὶ φασμάτων οὐκ αἰσίων προσγενομένων καὶ καθʼ ὕπνον ὄψεως, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ κροτούμενον ὑπὸ Ῥωμαίων, ---[*](The substance of what has fallen from the text here may be found in the Pompey, lxvii. 2. Sintenis brackets the sentence as an intrusion here from marginal notes.) οἱ δὲ περὶ αὐτὸν οὕτω θρασεῖς ἦσαν καὶ τὸ νίκημα ταῖς ἐλπίσι προειληφότες ὥστε φιλονεικεῖν ὑπὲρ τῆς Καίσαρος ἀρχιερωσύνης Δομίτιον καὶ Σπινθῆρα καὶ Σκηπίωνα διαμιλλωμένους ἀλλήλοις,

πέμπειν δὲ πολλοὺς εἰς Ῥώμην μισθουμένους καὶ προκαταλαμβάνοντας οἰκίας ὑπατεύουσι καὶ στρατηγοῦσιν ἐπιτηδείους, ὡς εὐθὺς ἄρξοντες μετὰ τὸν πόλεμον. μάλιστα δὲ ἐσφάδαζον οἱ ἱππεῖς ἐπὶ τὴν μάχην ἠσκημένοι περιττῶς ὅπλων λαμπρότησι καὶ τροφαῖς ἵππων καὶ κάλλει σωμάτων, μέγα φρονοῦντες καὶ διὰ τὸ πλῆθος, ἑπτακισχίλιοι πρὸς χιλίους τοὺς Καίσαρος ὄντες. ἦν δὲ καὶ τὸ τῶν πεζῶν πλῆθος οὐκ ἀγχώμαλον, ἀλλὰ τετρακισμύριοι καὶ πεντακισχίλιοι παρετάττοντο δισμυρίοις καὶ δισχιλίοις.