Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος ἀπὸ Βρεντεσίου τὰς δυνάμεις ἄγων θαρρήσας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον ἱδρυμένον ἐν καλῷ καί χορηγούμενον ἔκ τε γῆς καί θαλάττης ἀποχρώντως, αὐτὸς ἐν οὐκ ἀφθόνοις διάγων κατʼ ἀρχάς, ὕστερον δὲ καί σφόδρα πιεσθεὶς ἀπορίᾳ τῶν ἀναγκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱ στρατιῶται καί γάλακτι φυρῶντες προσεφέροντο.

καί ποτε καί διαπλάσαντες ἐξ αὐτῆς ἄρτους καί ταῖς προφυλακαῖς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καί διερρίπτουν, ἐπιλέγοντες ὡς, ἄχρι ἂν ἡ γῆ τοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πολιορκοῦντες Πομπήϊον. ὁ μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος. ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καί τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες.

ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις ὁ

p.538
Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν,
paris.1624.727
ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην.

Καῖσαρ δὲ ὑπαντιάζων ἐπειρᾶτο μὲν ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινε δὲ οὐδέν, ἀλλʼ ἐπιλαμβανομένου τῶν σημείων ἀπερρίπτουν οἱ κομίζοντες, ὥστε δύο καί τριάκοντα λαβεῖν τοὺς πολεμίους, αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. ἀνδρὶ γὰρ μεγάλῳ καὶ ῥωμαλέῳ φεύγοντι παρʼ αὑτόν ἐπιβαλὼν τὴν χεῖρα μένειν ἐκέλευσε καί στρέφεσθαι πρὸς τοὺς πολεμίους ὁ δὲ μεστὸς ὢν ταραχῆς παρὰ τὸ δεινόν ἐπήρατο τὴν μάχαιραν ὡς καθιξόμενος, φθάνει δὲ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς ἀποκόψας αὐτοῦ τὸν ὦμον.