Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα ἡ σύγκλητος πυθομένη πεντεκαίδεκα ἡμέρας ἐψηφίσατο θύειν τοῖς θεοῖς καὶ σχολάζειν ἑορτάζοντας, ὅσας ἐπʼ οὐδεμιᾷ νίκῃ πρότερον. καὶ γὰρ ὁ κίνδυνος ἐφάνη μέγας, ἐθνῶν ἅμα τοσούτων ἀναρραγέντων, καὶ τὸ νίκημα λαμπρότερον, ὅτι Καῖσαρ ἦν ὁ νικῶν, ἡ πρὸς ἐκεῖνον εὔνοια τῶν πολλῶν ἐποίει. Καῖσαρ δʼ αὐτὸς[*](Καῖσαρ δʼ αὐτὸς Sint.2; αὐτὸς δʼ Bekker; καὶ γὰρ αὐτὸς MSS., Sint.1, and Coraës.) εὖ θέμενος τὰ κατὰ τὴν Γαλατίαν πάλιν ἐν τοῖς περὶ Πάδον χωρίοις διεχείμαζε συσκευαζόμενος τὴν πόλιν.

οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς παραγγέλλοντες ἐκείνῳ χρώμενοι χορηγῷ καὶ τοῖς παρʼ ἐκείνου χρήμασι διαφθείροντες τὸν δῆμον ἀνηγορεύοντο, καὶ πᾶν ἔπραττον ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν, ἀλλὰ καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων οἱ πλεῖστοι συνῆλθον πρὸς αὐτὸν εἰς Λοῦκαν, Πομπήϊός τε καὶ Κράσσος καὶ Ἄππιος ὁ τῆς Σαρδόνος ἡγεμών καὶ Νέπως ὁ τῆς Ἰβηρίας ἀνθύπατος, ὥστε ῥαβδούχους μὲν ἑκατὸν εἴκοσι γενέσθαι, συγκλητικοὺς δὲ πλείονας ἢ διακοσίους.

βουλὴν δὲ θέμενοι διεκρίθησαν ἐπὶ τούτοις· ἔδει Πομπήϊον μὲν καὶ Κράσσον ὑπάτους ἀποδειχθῆναι, Καίσαρι δὲ χρήματα καὶ πενταετίαν ἄλλην ἐπιμετρηθῆναι τῆς στρατηγίας, ὃ καὶ παραλογώτατον ἐφαίνετο τοῖς νοῦν ἔχουσιν. οἱ γὰρ τοσαῦτα χρήματα παρὰ Καίσαρος λαμβάνοντες ὡς οὐκ ἔχοντι διδόναι τὴν βουλὴν ἔπειθον, μᾶλλον δὲ ἠνάγκαζον ἐπιστένουσαν οἷς ἐψηφίζοντο, Κάτωνος μὲν οὐ παρόντος,

ἐπίτηδες γὰρ αὐτὸν εἰς

p.496
Κύπρον ἀπεδιοπομπήσαντο, Φαωνίου δέ, ὃς ἦν ζηλωτὴς Κάτωνος, ὡς οὐδὲν ἐπέραινεν ἀντιλέγων, ἐξαλλομένου διὰ θυρῶν καὶ βοῶντος εἰς τὸ πλῆθος. ἀλλὰ προσεῖχεν οὐδείς, τῶν μὲν Πομπήϊον αἰδουμένων καὶ Κράσσον, οἱ δὲ πλεῖστοι Καίσαρι χαριζόμενοι καὶ πρὸς τὰς ἀπʼ ἐκείνου ζῶντες ἐλπίδας ἡσύχαζον.