Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκείνης δὲ προδραμούσης ὡς τῇ Πομπηΐᾳ φράσειε, καὶ γενομένης διατριβῆς, περιμένειν μὲν ὅπου κατελείφθη τῷ Κλωδίῳ μὴ καρτεροῦντι, πλανωμένῳ δʼ ἐν οἰκίᾳ μεγάλῃ καὶ περιφεύγοντι τὰ φῶτα προσπεσοῦσα τῆς Αὐρηλίας ἀκόλουθος ὡς δὴ γυνὴ γυναῖκα παίζειν προὐκαλεῖτο, καὶ μὴ βουλόμενον εἰς τὸ μέσον εἷλκε, καὶ τίς ἐστι καὶ πόθεν ἐπυνθάνετο.

τοῦ δὲ Κλωδίου φήσαντος Ἅβραν περιμένειν Πομπηΐας, αὐτὸ τοῦτο καλουμένην, καὶ τῇ φωνῇ γενομένου καταφανοῦς, ἡ μὲν ἀκόλουθος εὐθὺς ἀπεπήδησε κραυγῇ πρὸς τὰ φῶτα καὶ τὸν ὄχλον, ἄνδρα πεφωρακέναι βοῶσα, τῶν δὲ γυναικῶν διαπτοηθεισῶν ἡ Αὐρηλία τὰ μὲν ὄργια τῆς θεοῦ κατέπαυσε καὶ συνεκάλυψεν, αὐτὴ δὲ τὰς θύρας ἀποκλεῖσαι κελεύσασα περιῄει τὴν οἰκίαν ὑπὸ λαμπάδων, ζητοῦσα τὸν Κλώδιον.

εὑρίσκεται δʼ εἰς οἴκημα παιδίσκης ᾗ συνεισῆλθε καταπεφευγώς καὶ γενόμενος φανερὸς ὑπὸ τῶν γυναικῶν ἐξελαύνεται διὰ τῶν θυρῶν, τὸ δὲ πρᾶγμα καὶ νυκτὸς εὐθὺς αἱ γυναῖκες ἀπιοῦσαι τοῖς αὑτῶν ἔφραζον

p.466
ἀνδράσι, καὶ μεθʼ ἡμέραν ἐχώρει διὰ τῆς πόλεως λόγος ὡς ἀθέσμοις ἐπικεχειρηκότος τοῦ Κλώδιον καὶ δίκην οὐ τοῖς ὑβρισμένοις μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ τοῖς θεοῖς ὀφείλοντος.