Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δʼ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν, οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων ὃ μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων μεστὸν ἦν τὸ βασίλειον.

οὕτως ἄρα δεινὸν μὲν ἡ ἀπιστία πρὸς τὰ θεῖα καὶ καταφρόνησις αὐτῶν, δεινὴ δὲ αὖθις ἡ δεισιδαιμονία, ἡ,[*](ἥ, καταρρέοντος suppied by Bekker, after Coraës.) δίκην ὕδατος ἀεὶ πρὸς τὸ ταπεινούμενον καταρρέοντος,[*](ἥ, καταρρέοντος suppied by Bekker, after Coraës.)

p.432
ἀνεπλήρου[*](ἀνεπλήρου Coraës’ correction of the MSS. καὶ ἀναπληροῦν, adopted by Bekker.) ἀβελτερίας κατάφοβον[*](κατάφοβον Coraës correction of the MSS. καὶ φόβου, adopted by Bekker.) τὸν Ἀλέξανδρον γενόμενον. οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶ Ἡφαιστίωνος ἐκ θεοῦ κομισθέντων ἀποθέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶ πότοις.

ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶ Νέαρχον, εἶτα λουσάμενος, ὥσπερ εἰώθει μέλλων καθεύδειν, Μηδίου δεηθέντος ᾤχετο κωμασόμενος πρὸς αὐτόν κἀκεῖ πιὼν ὅλην τὴν ἐπιοῦσαν ἡμέραν ἤρξατο πυρέττειν, οὔτε σκύφον Ἡρακλέους ἐκπιὼν οὔτε ἄφνω διαλγὴς γενόμενος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπληγώς, ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν ὥσπερ δράματος μεγάλου τραγικὸν ἐξόδιον καὶ περιπαθὲς πλάσαντες.

Ἀριστόβουλος δέ φησιν αὐτόν πυρέττοντα μανικῶς, διψήσαντα δὲ σφόδρα πιεῖν οἶνον ἐκ τούτου δὲ φρενιτιᾶσαι, καὶ τελευτῆσαι τριακάδι Δαισίου μηνός.