Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καί κατεσκληκυῖαν ἐπάτησε τὸ ἄκρον ἡ δὲ εἰς ἓν πιεσθεῖσα τοῖς ἄλλοις ἐπήρθη μέρεσι. καί τοῦτο περιϊὼν ἐν κύκλῳ καί πιέζων καθʼ ἕκαστον ἐδείκνυε γιγνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κατέσχε καί πάντα οὕτως

p.410
ἠρέμησεν. ἐβούλετο δὲ ἡ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον.

ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνον ἀνάλωσεν. ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸν Ὠκεανόν ἀνέπλευσε πρὸς νῆσον ἣν Σκιλλοῦστιν αὐτὸς ὠνόμασεν, ἕτεροι δὲ Ψιλτοῦκιν. ἐνταῦθα δὲ ἀποβὰς ἔθυε τοῖς θεοῖς, καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆς παραλίας ὅσον ἐφικτὸν ἦν. εἶτα ἐπευξάμενος μηδένα μετʼ αὐτὸν ἀνθρώπων ὑπερβῆναι τοὺς ὅρους τῆς στρατείας ἀνέστρεφε.

καὶ

paris.1624.702
τὰς μὲν ναῦς ἐκέλευσε περιπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δὲ Ὀνησίκριτον αὐτὸς δὲ πεζῇ διʼ Ὠρειτῶν πορευόμενος εἰς ἐσχάτην ἀπορίαν προήχθη καὶ πλῆθος ἀνθρώπων ἀπώλεσεν, ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν. καίτοι δώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί, τὸ δʼ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους.

ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λιμὸς διέφθειρεν, ἄσπορον χώραν ἐπιόντας ἀνθρώπων κακοβίων, ὀλίγα καὶ ἀγεννῆ πρόβατα κεκτημένων, ἃ τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι σάρκα μοχθηρὰν εἶχε καὶ δυσώδη. μόλις οὖν ἐν ἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆς Γεδρωσίας ἁψάμενος εὐθὺς ἐν ἀφθόνοις ἦν πᾶσι, τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέων παρασκευασάντων.

p.412