Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα πῶς ἄν τις φιληθείη μάλιστα· ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτηθείς πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός, εἴ τι πράξειεν, εἶπεν, ὃ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν ὁ δὲ περὶ ζῳῆς καὶ θανάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατο τὴν ζῳήν τοσαῦτα κακὰ φέρουσαν.

ὁ δὲ τελευταῖος, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχον ζῆν, μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δὲ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντος οὐκοῦν ἔφη, σὺ

p.408
πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων οὐκ ἄν γε, εἶπεν, ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα.

τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἓν δόξῃ μάλιστα καί καθʼ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν, ὁ δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων.