Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐντεῦθεν ὁρμήσας Ἀλέξανδρος τὴν ἔξω θάλασσαν ἐπιδεῖν, καὶ πολλὰ πορθμεῖα κωπήρη καὶ σχεδίας πηξάμενος, ἐκομίζετο τοῖς ποταμοῖς ὑποφερόμενος σχολαίως. ὁ δὲ πλοῦς οὐκ ἀργὸς ἦν οὐδὲ ἀπόλεμος, προσβάλλων δὲ ταῖς πόλεσι καὶ ἀποβαίνων ἐχειροῦτο πάντα, πρὸς δὲ τοῖς καλουμένοις Μαλλοῖς, οὕς φασιν Ἰνδῶν μαχιμωτάτους γενέσθαι, μικρὸν ἐδέησε κατακοπῆναι.