Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, βασιλικῶς, εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει, πάντα, εἶπεν, ἐστὶν ἐν τῷ βασιλικῶς. οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς[*](τοὺς with Bekker, after Coraës: καὶ τούς. ) αὐτόνομους καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.