Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκεῖνά τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον διʼ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ, διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπιστάτας καταστήσας.

καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δὲ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. ἐθάρρησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου, καὶ τὸν

p.360
Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.

ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα· διʼ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δὲ ἐτίμα, νομίζων καὶ λέγων ἀεί τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα.

διὸ καὶ πρὸς ἀλλήλους ὑπούλως ἔχοντες συνέκρουον πολλάκις, ἅπαξ δὲ περὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπασάμενοι τὰ ξίφη, καὶ τῶν φίλων ἑκατέρῳ παραβοηθούντων προσελάσας Ἀλέξανδρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς, ἔμπληκτον καλῶν καὶ μαινόμενον, εἰ μὴ συνίησιν ὡς, ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται,

paris.1624.692
μηδέν ἐστιν ἰδίᾳ δὲ καὶ τοῦ Κρατεροῦ πικρῶς καθήψατο.

καὶ συναγαγὼν αὐτοὺς καὶ διαλλάξας ἐπώμοσε τὸν Ἄμμωνα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν μάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκείνους ἂν δὲ πάλιν αἴσθηται διαφερομένους, ἀποκτενεῖν ἀμφοτέρους, ἢ τὸν ἀρξάμενον. ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι οὐδὲ πρᾶξαι πρὸς ἀλλήλους λέγονται.