Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθʼ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται, μνησθήσομαι δὲ ὀλίγων. ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, τοῦτο, εἶπεν, ὦ βασιλεῦ, παρʼ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον.

ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ

p.340
πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ[*](ἑαυτῷ Sint., with the best MSS.; Coraës and Bekker have σεαυτῷ. Cf. 5.) τοῦτο κομίσας.

ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως, ἐμοὶ δὲ οὐ δίδως; οὐ γὰρ αἰτεῖς, εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε.

Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε διʼ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, οὐκοῦν, εἶπεν, ὦ βασιλεῦ, δός τί μοι πιστὸν πρῶτον. ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς

paris.1624.688
σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει διʼ ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.

ἄλλως, φησὶν, εὖ ποίει τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δʼ ἰσοβασιλέας πάντας ποιεῖς καὶ πολυφιλίας παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δὲ ἐρημοῖς. πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα, πλὴν ἅπαξ Ἡφαιστίωνος, ὥσπερ εἰώθει, λυθεῖσαν ἐπιστολήν αὐτῷ συναναγινώσκοντος οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν

p.342
δακτύλιον ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα.

Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα, παραιτούμενος δὲ ἐκεῖνος εἶπεν· ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς Δαρεῖος, νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους. Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα,[*](οἶκον τὸν περὶ Σοῦσα, Coraës and Bekker: οἶκον, ἐν ᾧ λέγεται τῶν περὶ Σοῦσα κ.τ.λ. ) ἐν ᾧ λέγεται χιλίων ταλάντων εὑρεθῆναι ἱματισμὸν. πρὸς δʼ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον.

τῇ δὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπεμπεν, οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ παραστρατηγεῖν ἐγκαλούσης δὲ πρᾴως ἔφερε τὴν χαλεπότητα. πλὴν ἅπαξ ποτὲ Ἀντιπάτρου μακρὰν κατʼ αὐτῆς γράψαντος ἐπιστολήν ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός.