Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν καὶ φίλους δεομένους μύρια μὲν ὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα, τὴν δὲ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γήμαντα μίαν τῶν θυγατέρων φίλον εἶναι καὶ σύμμαχον, ἐκοινοῦτο τοῖς ἑταίροις καὶ Παρμενίωνος εἰπόντος ἐγὼ μὲν, εἰ Ἀλέξανδρος ἤμην, ἔλαβον ἂν ταῦτα, κἀγὼ, νὴ Δία, εἶπεν ὁ Ἀλέξανδρος, εἰ Παρμενίων πρὸς δὲ τὸν Δαρεῖον ἔγραψεν, ὡς οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλθὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς ἐπʼ ἐκεῖνον ἤδη πορεύεσθαι.

ταχὺ μέντοι μετεμελήθη τῆς Δαρείου γυναικὸς ἀποθανούσης ἐν ὠδῖσι καὶ φανερὸς ἦν

paris.1624.682
ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος. ἔθαψεν οὖν τὴν ἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμενος, τῶν δὲ θαλαμηπόλων τις εὐνούχων, οἳ συνεαλώκεισαν ταῖς γυναιξίν, ἀποδρὰς ἐκ τοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιππασάμενος, Τείρεως ὄνομα, φράζει τὸν θάνατον αὐτῷ τῆς γυναικός.

ὡς δὲ πληξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας φεῦ τοῦ Περσῶν ἔφη δαίμονος, εἰ τὴν βασιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχμάλωτον γενέσθαι

p.312
ζῶσαν, ἀλλὰ καὶ τελευτήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλικῆς ὑπολαβὼν ὁ θαλαμηπόλος, ἀλλὰ ταφῆς γε χάριν εἶπεν, ὦ βασιλεῦ, καὶ τιμῆς ἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχεις αἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν.