Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ πρός ἐναντία βέλη καὶ τόπους ἀπορρῶγας ὅπλοις καταπεφραγμένους καὶ ἵπποις ἐλαύνων, καὶ διὰ ῥεύματος παραφέροντος καὶ περικλύζοντος, ἔδοξε μανικῶς καὶ πρός ἀπόνοιαν μᾶλλον ἢ γνώμῃ στρατηγεῖν. οὐ μὴν ἀλλʼ ἐμφὺς τῇ διαβάσει καὶ κρατήσας τῶν τόπων χαλεπῶς καὶ μόλις, ὑγρῶν καὶ περισφαλῶν γενομένων διὰ τόν πηλόν, εὐθὺς ἠναγκάζετο φύρδην μάχεσθαι καὶ κατʼ ἄνδρα συμπλέκεσθαι τοῖς ἐπιφερομένοις, πρὶν εἰς τάξιν τινὰ καταστῆναι τοὺς διαβαίνοντας.

ἐνέκειντο γὰρ κραυγῇ, καὶ τοὺς ἵππους παραβάλλοντες τοῖς ἵπποις ἐχρῶντο δόρασι, καὶ ξίφεσι τῶν δοράτων συντριβέντων. ὠσαμένων δὲ πολλῶν ἐπʼ αὐτὸν ἦν δὲ τῇ πέλτῃ καὶ τοῦ κράνους τῇ χαίτῃ διαπρεπής, ἧς ἑκατέρωθεν εἱστήκει πτερὸν

p.266
λευκότητι καὶ μεγέθει θαυμαστόν, ἀκοντισθεὶς μὲν ὑπὸ τὴν ὑποπτυχίδα τοῦ θώρακος οὐκ ἐτρώθη,
paris.1624.673
Ῥοισάκου δὲ καὶ Σπιθριδάτου τῶν στρατηγῶν προσφερομένων ἅμα, τόν μὲν ἐκκλίνας, Ῥοισάκῃ δὲ προεμβαλὼν τεθωρακισμένῳ καὶ τὸ δόρυ κατακλάσας ἐπὶ τὸ ἐγχειρίδιον ὥρμησε.

συμπεπτωκότων δὲ αὐτῶν ὁ Σπιθριδάτης ὑποστήσας ἐκ πλαγίων τόν ἵππον καὶ μετὰ σπουδῆς συνεξαναστάς κοπίδι βαρβαρικῇ κατήνεγκε· καὶ τόν μὲν λόφον ἀπέρραξε μετὰ θατέρου πτεροῦ, τὸ δὲ κράνος πρὸς τὴν πληγὴν ἀκριβῶς καὶ μόλις ἀντέσχεν, ὥστε τῶν πρώτων ψαῦσαι τριχῶν τὴν πτέρυγα τῆς κοπίδος, ἑτέραν δὲ τόν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ διελάσας μέσον, ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν ὑπὸ Ἀλεξάνδρου ξίφει πληγείς.

ἐν τούτῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας ἥ τε φάλαγξ διέβαινε τῶν Μακεδόνων καὶ συνῆγον αἱ πεζαὶ δυνάμεις, οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺν χρόνον, ἀλλʼ ἔφυγον τραπόμενοι, πλὴν τῶν μισθοφόρων Ἑλλήνων, οὗτοι δὲ πρός τινι λόφῳ συστάντες ᾔτουν τὰ πιστὰ τόν Ἀλέξανδρον.