Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὡς δὲ ἀνήχθη πρὸς Ἀλέξανδρον ὑπὸ τῶν Θρᾳκῶν δεδεμένη, πρῶτον μὲν ἀπὸ τῆς ὄψεως καὶ τῆς βαδίσεως ἐφάνη τις ἀξιωματικὴ καὶ μεγαλόφρων, ἀνεκπλήκτως καὶ ἀδεῶς ἑπομένη τοῖς ἄγουσιν ἔπειτα τοῦ βασιλέως ἐρωτήσαντος ἥτις εἴη γυναικῶν, ἀπεκρίνατο Θεαγένους ἀδελφὴ γεγονέναι, τοῦ παραταξαμένου πρὸς Φίλιππον ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας καὶ πεσόντος ἐν Χαιρωνείᾳ στρατηγοῦντος. θαυμάσας οὖν ὁ Ἀλέξανδρος αὐτῆς καὶ τὴν ἀπόκρισιν καὶ τὴν πρᾶξιν, ἐκέλευσεν ἐλευθέραν ἀπιέναι μετὰ τῶν τέκνων.

Ἀθηναίοις δὲ διηλλάγη, καίπερ οὐ μετρίως ἐνεγκοῦσι τὸ περὶ Θήβας δυστύχημα· καὶ γὰρ τὴν τῶν μυστηρίων ἑορτὴν ἐν χερσὶν ἔχοντες ὑπὸ πένθους ἀφῆκαν, καὶ τοῖς καταφυγοῦσιν ἐπὶ[*](καταφυγοῦσιν ἐπὶ Bekker corrects to φυγοῦσιν εἰς. ) τὴν πόλιν ἁπάντων μετεδίδοσαν τῶν φιλανθρώπων.

ἀλλʼ εἴτε μεστὸς ὢν ἤδη τὸν θυμὸν, ὥσπερ οἱ λέοντες, εἴτε ἐπιεικὲς ἔργον ὠμοτάτῳ καὶ σκυθρωποτάτῳ παραβαλεῖν βουλόμενος, οὐ μόνον ἀφῆκεν αἰτίας πάσης, ἀλλὰ καὶ προσέχειν ἐκέλευσε τοῖς πράγμασι τὸν νοῦν τὴν πόλιν, ὡς, εἴ τι συμβαίη περὶ αὐτὸν, ἄρξουσαν τῆς Ἑλλάδος. ὕστερον μέντοι πολλάκις αὐτὸν ἡ Θηβαίων ἀνιᾶσαι συμφορὰ λέγεται καὶ πρᾳότερον οὐκ ὀλίγοις παρασχεῖν.

ὅλως δὲ καὶ τὸ περὶ Κλεῖτον ἔργον

p.258
ἐν οἴνῳ γενόμενον καὶ τὴν πρὸς Ἰνδοὺς τῶν Μακεδόνων ἀποδειλίασιν, ὥσπερ ἀτελῆ τὴν στρατείαν καὶ τὴν δόξαν αὐτοῦ προεμένων, εἰς μῆνιν ἀνῆγε Διονύσου καὶ νέμεσιν. ἦν δὲ Θηβαίων οὐδεὶς τῶν περιγενομένων ὃς ἐντυχών τι καὶ δεηθεὶς ὕστερον οὐ διεπράξατο παρʼ αὐτοῦ, ταῦτα μὲν τὰ περὶ Θήβας.