Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὃ τοίνυν ἔργον ἐστὶν ἀγαθοῦ στρατηγοῦ μάλιστα, κρείττονα μὲν ὄντα βιάσασθαι τοὺς πολεμίους μάχεσθαι, λειπόμενον δὲ δυνάμει μὴ βιασθῆναι, τοῦτο ποιῶν Ἀγησίλαος ἀεὶ διεφύλαξεν ἑαυτὸν ἀνίκητον· Πομπήϊον δὲ Καῖσαρ, οὗ μὲν ἦν ἐλάττων, διέφυγε μὴ βλαβῆναι, καθὸ δὲ κρείττων ἦν, ἠνάγκασεν ἀγωνισάμενον τῷ πεζῷ περὶ πάντων σφαλῆναι, καὶ κύριος εὐθὺς ἦν χρημάτων καὶ ἀγορᾶς καὶ θαλάττης, ὑφʼ ὧν διεπέπρακτο ἂν ἄνευ μάχης ἐκείνοις προσόντων.