Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἶμαι δὲ καὶ τῇ πρὸς τοὺς πολεμίους ἐπιεικείᾳ διαφέρειν τὸν ἄνδρα τοῦ ἀνδρός. ὁ μὲν γὰρ ἀνδραποδίσασθαι Θήβας καὶ Μεσσήνην ἐξοικίσασθαι βουλόμενος, ἣν μὲν ὁμόκληρον τῆς πατρίδος, ἣν δὲ μητρόπολιν τοῦ γένους, παρʼ οὐδὲν ἦλθε τὴν Σπάρτην ἀποβαλεῖν, ἀπέβαλε δὲ τὴν ἡγεμονίαν ὁ δὲ καὶ τῶν πειρατῶν τοῖς μεταβαλομένοις πόλεις ἔδωκε, καὶ Τιγράνην τὸν Ἀρμενίων βασιλέα γενόμενον ἐφʼ ἑαυτῷ θριαμβεῦσαι σύμμαχον ἐποιήσατο, φήσας ἡμέρας μιᾶς αἰῶνα προτιμᾶν.

εἰ μέντοι τοῖς μεγίστοις καὶ κυριωτάτοις εἰς τὰ ὅπλα πράγμασι καὶ λογισμοῖς προστίθεται πρωτεῖον ἀρετῆς ἀνδρὸς ἡγεμόνος, οὐ μικρὸν ὁ

p.332
Λάκων τὸν Ῥωμαῖον ἀπολέλοιπε. πρῶτον μὲν γὰρ οὐ προήκατο τὴν πόλιν οὐδʼ ἐξέλιπεν ἑπτὰ μυριάσι στρατοῦ τῶν πολεμίων ἐμβαλόντων, ὀλίγους ἔχων ὁπλίτας καὶ προνενικημένους ἐν Λεύκτροις·