Comparison of Agesilaus and Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδʼ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδʼ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται.