Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καίτοι Σύλλας μὲν οὐκ ἐλαττόνων ἔτυχεν ἢ Πομπηΐῳ παρέσχεν, Ἀγησίλαον δὲ Λύσανδρος καὶ τῆς Σπάρτης βασιλέα καὶ τῆς Ἑλλάδος στρατηγὸν ἐποίησε. τρίτον δέ, αἱ περὶ τὰ πολιτικὰ τῶν δικαίων παραβάσεις Πομπηΐῳ μὲν διʼ οἰκειότητας ἐγένοντο· τὰ γὰρ πλεῖστα Καίσαρι καὶ Σκηπίωνι συνεξήμαρτε κηδεσταῖς οὖσιν·

Ἀγησίλαος δὲ Σφοδρίαν μὲν ἐφʼ οἷς Ἀθηναίους ἠδίκησεν ἀποθανεῖν ὀφείλοντα τῷ τοῦ παιδὸς ἔρωτι χαριζόμενος ἐξήρπασε, Φοιβίδᾳ δὲ Θηβαίους

p.328
παρασπονδήσαντι δῆλος ἦν διʼ αὐτὸ τὸ ἀδίκημα προθύμως βοηθῶν· καθόλου δὲ ὅσα Ῥωμαίους διʼ αἰδῶ Πομπήϊος ἢ ἄγνοιαν αἰτίαν ἔσχε βλάψαι, ταῦτα θυμῷ καὶ φιλονεικίᾳ Λακεδαιμονίους Ἀγησίλαος ἔβλαψε τὸν Βοιώτιον ἐκκαύσας πόλεμον.