Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ δέ, ἅτε μάχης πάσης ἄπειροι, τοιαύτην δὲ μὴ προσδοκήσαντες μηδὲ προμαθόντες, οὐκ ἐτόλμων οὐδὲ ἠνείχοντο τὰς πληγὰς ἐν ὄμμασι καὶ στόμασιν οὔσας, ἀλλʼ ἀποστρεφόμενοι καὶ προϊσχόμενοι τῶν ὄψεων τὰς χεῖρας ἀκλεῶς ἐτράποντο. φευγόντων δὲ τούτων ἀμελήσαντες οἱ Καίσαρος ἐχώρουν ἐπὶ τοὺς πεζούς, ᾗ μάλιστα τῶν ἱππέων τὸ κέρας ἐψιλωμένον περιδρομὴν ἐδίδου καὶ κύκλωσιν.

ἅμα δὲ τούτων ἐκ πλαγίου προσπεσόντων καὶ κατὰ στόμα τοῦ δεκάτου προσμίξαντος οὐχ ὑπέμειναν οὐδὲ συνέστησαν, ὁρῶντες ἐν ᾧ κυκλώσεσθαι τοὺς πολεμίους ἤλπιζον αὑτοὺς τοῦτο πάσχοντας.

τραπομένων δὲ τούτων, ὡς κατεῖδε τὸν κονιορτὸν ὁ Πομπήϊος καὶ τὸ περὶ τοὺς ἱππέας πάθος εἴκασεν, ᾧ μὲν ἐχρήσατο λογισμῷ χαλεπὸν εἰπεῖν, μάλιστα δὲ ὅμοιος παράφρονι καὶ παραπλῆγι τὴν διάνοιαν, καὶ μηδʼ ὅτι Μάγνος ἐστὶ Πομπήϊος ἐννοοῦντι, μηδένα προσειπὼν ἀπῄει βάδην εἰς τὸν χάρακα, πάνυ τοῖς ἔπεσι πρέπων ἐκείνοις·

  1. Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
  2. στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
  3. τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου.
p.304
τοιοῦτος εἰς τὴν σκηνὴν παρελθὼν ἄφθογγος καθῆστο, μέχρι οὗ τοῖς φεύγουσι πολλοὶ διώκοντες συνεισέπιπτον τότε δὲ φωνὴν μίαν ἀφεὶς ταύτην, οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν ; ἄλλο δὲ μηδὲν εἰπών ἀναστὰς καὶ λαβὼν ἐσθῆτα τῇ παρούσῃ τύχῃ πρέπουσαν ὑπεξῆλθεν.