Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ Πομπήϊος ἀφʼ ἵππου τὴν παράταξιν ἐπισκοπῶν, ὡς ἑώρα τοὺς μὲν ἀντιπάλους μεθʼ ἡσυχίας τὸν καιρὸν ἐν τάξει προσμένοντας, τῆς δʼ ὑφʼ αὑτῷ στρατιᾶς τὸ πλεῖστον οὐκ ἀτρεμοῦν, ἀλλὰ κυμαῖνον ἀπειρίᾳ καὶ θορυβούμενον, ἔδεισε μὴ διασπασθῇ παντάπασιν ἐν ἀρχῇ τῆς μάχης, καὶ παράγγελμα τοῖς προτεταγμένοις ἔδωκεν ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τοὺς πολεμίους.

ὁ δὲ Καῖσαρ αἰτιᾶται τὸ στρατήγημα τοῦτο· τῶν τε γὰρ πληγῶν τὸν ἐξ ἐπιδρομῆς τόνον ἀμαυρῶσαι, καὶ τὴν μάλιστα τοὺς πολλοὺς ἐν τῷ συμφέρεσθαι τοῖς πολεμίοις πληροῦσαν ἐνθουσιασμοῦ καὶ φορᾶς ἀντεξόρμησιν, ἅμα κραυγῇ καὶ δρόμῳ τὸν θυμὸν αὔξουσαν, ἀφελόντα πῆξαι καὶ καταψῦξαι τοὺς ἄνδρας, ἦσαν δὲ οἱ μὲν μετὰ Καίσαρος δισχίλιοι πρὸς δισμυρίοις, οἱ δὲ μετὰ Πομπηΐου βραχεῖ πλείονες ἢ διπλάσιοι τούτων.

ἤδη δὲ συνθήματος διδομένου παρὰ ἀμφοτέρων καί τῆς σάλπιγγος ἀρχομένης

p.298
ἐγκελεύεσθαι πρὸς τὴν σύστασιν, τῶν μὲν πολλῶν ἕκαστος ἐσκόπει τὸ καθʼ αὑτόν, ὀλίγοι δὲ Ῥωμαίων οἱ βέλτιστοι καί τινες Ἑλλήνων παρόντες ἔξω τῆς μάχης, ὡς ἐγγὺς ἦν τὸ δεινόν, ἐλογίζοντο τὴν πλεονεξίαν καί φιλονεικίαν, ὅπου φέρουσα τὴν ἡγεμονίαν ἐξέθηκεν.

ὅπλα γὰρ συγγενικὰ καί τάξεις ἀδελφαὶ καί κοινὰ σημεῖα καί μιᾶς πόλεως εὐανδρία τοσαύτη καί δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρωπίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες, ἦν μὲν γὰρ ἤδη καθʼ ἡσυχίαν χρῄζουσιν ἄρχειν καί ἀπολαύειν τῶν κατειργασμένων τὸ πλεῖστον καί κράτιστον ἀρετῇ γῆς καί θαλάσσης ὑπήκοον, ἦν δʼ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι καί διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν.

πολὺ δὲ καί Σκυθία λειπόμενον ἔργον καί Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεονεξίας ἡμερῶσαι τὰ βαρβαρικά, τίς δʼ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηΐου καί Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων; οὕτως ἄμικτα καί ποικίλα καί θηριώδη φῦλα νικῶντες ἐπῆλθον.

τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, διʼ ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων. ἡ μὲν γὰρ γενομένη συγγένεια καί τὰ Ἰουλίας φίλτρα καί γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καί ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα, φιλίας δʼ ἀληθινῆς οὐ μετέσχεν.

p.300