Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεφοίτων δὲ καὶ βασιλεῖς ἐθνῶν καὶ δυνάσται, καὶ τῶν ἀπὸ Ῥώμης ἡγεμονικῶν ἀριθμὸς ἦν ἐντελοῦς βουλῆς περὶ αὐτόν. ἦλθε δὲ καὶ Λαβιηνὸς[*](Λαβιηνὸς with Coraës and Bekker: Λαβεὼν.) ἀπολιπὼν Καίσαρα φίλος γεγονὼς καὶ συνεστρατευμένος ἐν Γαλατίᾳ, καὶ Βροῦτος, υἱὸς ὢν Βρούτου τοῦ περὶ Γαλατίαν σφαγέντος, ἀνὴρ μεγαλόφρων καὶ μηδέποτε Πομπήϊον προσειπὼν μηδὲ ἀσπασάμενος πρότερον ὡς φονέα τοῦ πατρός, τότε δὲ ὡς ἐλευθεροῦντι τὴν Ῥώμην ὑπέταξεν ἑαυτόν.

Κικέρων δέ, καίπερ ἄλλα γεγραφὼς καὶ βεβουλευμένος, ὅμως κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος. ἦλθε δὲ καὶ Τίδιος Σέξτιος, ἐσχατόγηρως ἀνὴρ θάτερον πεπηρωμένος σκέλος, εἰς Μακεδονίαν ὃν τῶν ἄλλων γελώντων καὶ χλευαζόντων, ὁ Πομπήϊος ἰδὼν ἐξανέστη καὶ προσέδραμε, μέγα νομίζων μαρτύριον εἶναι καὶ τοὺς παρʼ ἡλικίαν καὶ παρὰ δύναμιν αἱρουμένους τὸν μετʼ αὐτοῦ κίνδυνον ἀντὶ τῆς ἀσφαλείας.

ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ διʼ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων,

p.284
ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθʼ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.

οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος·