Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὀλίγαις δὲ ὕστερον ἡμέραις Καῖσαρ εἰσελάσας καὶ κατασχὼν τὴν Ῥώμην τοῖς μὲν ἄλλοις ἐπιεικῶς ἐνέτυχε καὶ κατεπράϋνε, τῶν δὲ δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι χρήματα λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου θάνατον ἠπείλησε, καὶ προσέθηκε τῇ ἀπειλῇ τραχύτερον λόγον ἔφη γὰρ ὡς τοῦτο φῆσαι χαλεπὸν ἦν αὐτῷ μᾶλλον ἢ

p.278
πρᾶξαι.

τρεψάμενος δὲ τὸν Μέτελλον οὕτω, καὶ λαβὼν ὧν ἔχρῃζεν, ἐδίωκε Πομπήϊον, ἐκβαλεῖν σπεύδων ἐκ τῆς Ἰταλίας πρὶν ἀφικέσθαι τὴν ἐξ Ἰβηρίας αὐτῷ δύναμιν. ὁ δὲ τὸ Βρεντέσιον κατασχὼν καὶ πλοίων εὐπορήσας τοὺς μὲν ὑπάτους εὐθὺς ἐμβιβάσας καὶ μετʼ αὐτῶν σπείρας τριάκοντα προεξέπεμψεν εἰς Δυρράχιον, Σκηπίωνα δὲ τὸν πενθερὸν καὶ Γναῖον τὸν υἱὸν εἰς Συρίαν ἀπέστειλε ναυτικὸν κατασκευάσοντας.