Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια, μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφʼ ἡμέρας πολλὰς ἑώρταζε.

τοὺς δὲ ἀπαντῶντας πανταχόθεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμπλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων. πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολούμενον, ὥστε τὴν κομιδὴν αὑτοῦ καὶ πορείαν θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον.

οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων

p.266
τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι, φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς· καὶ
paris.1624.650
τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὑτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπʼ αὐτὸν οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε τὸν ἄνδρα.