Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὥστε ὑπερβαλόντος αὐτοῦ τὰς Ἄλπεις καὶ διαχειμάζοντος ἐν Λούκῃ, τῶν μὲν ἄλλων ἀνδρῶν καὶ γυναικῶν ἁμιλλωμένων καὶ φερομένων πολὺ πλῆθος γενέσθαι, συγκλητικοὺς δὲ διακοσίους, ἐν οἷς καὶ Πομπήϊος ἦν καὶ Κράσσος, ἀνθυπάτων δὲ καὶ στρατηγῶν ἑκατὸν εἴκοσι ῥάβδους ἐπὶ ταῖς Καίσαρος θύραις ὀφθῆναι.

τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἐμπλήσας ἐλπίδων καὶ χρημάτων ἀπέστελλε, Κράσσῳ δὲ καὶ Πομπηΐῳ πρὸς αὐτὸν ἐγένοντο συνθῆκαι, μετιέναι μὲν ὑπατείας ἐκείνους καὶ Καίσαρα συλλαμβάνειν αὐτοῖς, πέμποντα τῶν στρατιωτῶν συχνοὺς ἐπὶ τὴν ψῆφον, ἐπὰν δὲ αἱρεθῶσι τάχιστα, πράττειν μὲν ἑαυτοῖς ἐπαρχιῶν καὶ στρατοπέδων ἡγεμονίας, Καίσαρι δὲ τὰς οὔσας βεβαιοῦν εἰς ἄλλην πενταετίαν.