Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τέλος δέ, προελθόντος αὐτοῦ πρός τινα δίκην, ἔχων ὑφʼ αὑτῷ πλῆθος ἀνθρώπων ἀσελγείας καὶ ὀλιγωρίας μεστὸν αὐτὸς μὲν εἰς ἐπιφανῆ τόπον καταστὰς ἐρωτήματα τοιαῦτα προὔβαλλε· τίς ἐστιν αὐτοκράτωρ ἀκόλαστος; τίς ἀνὴρ ἄνδρα ζητεῖ; τίς ἑνὶ δακτύλῳ κνᾶται τὴν κεφαλήν; οἱ δέ, ὥσπερ χορὸς εἰς ἀμοιβαῖα συγκεκροτημένος, ἐκείνου τὴν τήβεννον ἀνασείοντος ἐφʼ ἑκάστῳ μέγα βοῶντες ἀπεκρίναντο· Πομπήϊος.

ἠνία μὲν οὖν καί ταῦτα Πομπήϊον ἀήθη τοῦ κακῶς ἀκούειν ὄντα καί μάχης τοιαύτης ἄπειρον ἤχθετο δὲ μᾶλλον αἰσθανόμενος τήν βουλὴν ἐπιχαίρουσαν αὐτῷ προπηλακιζομένῳ καί διδόντι δίκην τῆς Κικέρωνος προδοσίας.

ἐπεὶ δὲ καὶ πληγὰς ἐν ἀγορᾷ μέχρι τραυμάτων συνέβη γενέσθαι, καί Κλωδίου τις οἰκέτης παραδυόμενος ἐν ὄχλῳ διὰ τῶν περιεστώτων πρὸς τὸν Πομπήϊον ἠλέγχθη ξίφος ἔχειν, ταῦτα ποιούμενος πρόφασιν, ἄλλως δὲ τοῦ Κλωδίου τήν ἀσέλγειαν καί τὰς βλασφημίας δεδιώς, οὐκέτι προῆλθεν εἰς ἀγορὰν ὅσον ἐκεῖνος ἦρχε χρόνον, ἀλλʼ οἰκουρῶν διετέλει καὶ σκεπτόμενος μετὰ τῶν φίλων ὅπως ἂν ἐξακέσαιτο τῆς βουλῆς καί τῶν ἀρίστων τήν πρὸς αὐτὸν ὀργήν.

Κουλλέωνι μὲν οὖν κελεύοντι τήν Ἰουλίαν ἀφεῖναι καί μεταβαλέσθαι πρὸς τήν σύγκλητον ἀπὸ τῆς Καίσαρος φιλίας οὐ προσέσχε, τοῖς δὲ Κικέρωνα καταγαγεῖν ἀξιοῦσιν, ἄνδρα καί Κλωδίῳ πολεμιώτατον καί τῇ βουλῇ προσφιλέστατον, ἐπείσθη· καί προαγαγὼν τὸν

p.244
ἀδελφὸν αὐτοῦ δεόμενον σὺν χειρὶ πολλῇ, τραυμάτων ἐν ἀγορᾷ γενομένων καί τινων ἀναιρεθέντων, ἐκράτησε τοῦ Κλωδίου.

καί νόμῳ κατελθὼν ὁ Κικέρων τήν τε βουλὴν εὐθὺς τῷ Πομπηΐῳ διήλλαττε, καί τῷ σιτικῷ νόμῳ συνηγορῶν τρόπῳ τινὶ πάλιν γῆς καί θαλάττης, ὅσην ἐκέκτηντο Ῥωμαῖοι, κύριον ἐποίει Πομπήϊον. ἐπʼ αὐτῷ γὰρ ἐγίνοντο λιμένες, ἐμπόρια, καρπῶν διαθέσεις, ἑνὶ λόγῳ, τὰ τῶν πλεόντων πράγματα, τὰ τῶν γεωργούντων.

Κλώδιος δὲ ᾐτιᾶτο μὴ γεγράφθαι τὸν νόμον διὰ τήν σιτοδείαν, ἀλλʼ ὅπως ὁ νόμος γραφείη γεγονέναι τήν σιτοδείαν, ὥσπερ ἐκ λιποθυμίας αὐτοῦ μαραινομένην τήν δύναμιν ἀρχῇ νέᾳ πάλιν ἀναζωπυροῦντος καί ἀναλαμβάνοντος. ἕτεροι δὲ τοῦ ὑπάτου Σπινθῆρος ἀποφαίνουσι τοῦτο σόφισμα, κατακλείσαντος εἰς ἀρχὴν μείζονα Πομπήϊον, ὅπως αὐτὸς ἐκπεμφθῇ Πτολεμαίῳ τῷ βασιλεῖ βοηθῶν.