Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

λόγοι δὲ παντοδαποὶ περὶ τοῦ Πομπηΐου προκατέπιπτον εἰς τὴν Ῥώμην, καὶ θόρυβος ἦν πολύς, ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ

paris.1624.642
στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης. Κράσσος δὲ τοὺς παῖδας καὶ τὰ χρήματα λαβὼν ὑπεξῆλθεν, εἴτε δείσας ἀληθῶς, εἴτε μᾶλλον, ὡς ἐδόκει, πίστιν ἀπολείπων τῇ διαβολῇ καὶ τὸν φθόνον ποιῶν τραχύτερον.

εὐθὺς οὖν ἐπιβὰς Ἰταλίας ὁ Πομπήϊος καὶ συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας καὶ τὰ πρέποντα διαλεχθεὶς καὶ φιλοφρονησάμενος, ἐκέλευσε διαλύεσθαι κατὰ πόλιν ἑκάστους καὶ τρέπεσθαι πρὸς τὰ οἰκεῖα, μεμνημένους αὖθις ἐπὶ τὸν θρίαμβον αὐτῷ συνελθεῖν. οὕτω δὲ τῆς στρατιᾶς σκεδασθείσης καὶ πυνθανομένων ἁπάντων πρᾶγμα συνέβη θαυμαστόν.

ὁρῶσαι γὰρ αἱ πόλεις Πομπήϊον Μάγνον ἄνοπλον καὶ μετʼ ὀλίγων τῶν συνήθων ὥσπερ ἐξ ἄλλης ἀποδημίας διαπορευόμενον, ἐκχεόμεναι διʼ εὔνοιαν καὶ προπέμπουσαι μετὰ μείζονος δυνάμεως συγκατῆγον εἰς τὴν Ῥώμην, εἴ τι κινεῖν διενοεῖτο καὶ

p.228
νεωτερίζειν τότε, μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύματος.

ἐπεὶ δὲ ὁ νόμος οὐκ εἴα πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, ἔπεμψεν ἀξιῶν εἰς τὴν βουλὴν ἀναβαλέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας, καὶ δοῦναι ταύτην αὐτῷ τὴν χάριν ὅπως παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

Κάτωνος δὲ πρὸς τὴν ἀξίωσιν ἐνστάντος οὐκ ἔτυχε τοῦ βουλεύματος, θαυμάσας δὲ τὴν παρρησίαν αὐτοῦ καὶ τὸν τόνον ᾧ μόνος ἐχρῆτο φανερῶς ὑπὲρ τῶν δικαίων, ἐπεθύμησεν ἁμῶς γέ πως κτήσασθαι τὸν ἄνδρα· καὶ δυεῖν οὐσῶν ἀδελφιδῶν τῷ Κάτωνι τὴν μὲν αὐτὸς ἐβούλετο λαβεῖν γυναῖκα, τὴν δὲ τῷ παιδὶ συνοικίσαι.

τοῦ δὲ Κάτωνος ὑπιδομένου τὴν πεῖραν, ὡς διαφθορὰν οὖσαν αὐτοῦ τρόπον τινὰ δεκαζομένου διὰ τῆς οἰκειότητος, ἥ τε ἀδελφὴ καὶ ἡ γυνὴ χαλεπῶς ἔφερον εἰ Πομπήϊον Μάγνον ἀποτρίψεται κηδεστήν. ἐν τούτῳ δὲ βουλόμενος ὕπατον ἀποδεῖξαι Πομπήϊος Ἀφράνιον ἀργύριον εἰς τὰς φυλὰς ἀνήλισκεν ὑπὲρ αὐτοῦ, καὶ τοῦτο κατιόντες εἰς τοὺς Πομπηΐου κήπους ἐλάμβανον,

ὥστε τὸ πρᾶγμα περιβόητον εἶναι καὶ τὸν Πομπήϊον ἀκούειν κακῶς, ἧς αὐτὸς ἀρχῆς ἐφʼ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα τοῖς διʼ ἀρετῆς κτήσασθαι μὴ δυναμένοις. τούτων μέντοι, πρὸς τὰς γυναῖκας ὁ Κάτων ἔφησε, τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηΐου γενομένοις. αἱ δὲ ἀκούσασαι συνέγνωσαν βέλτιον αὐτῶν ἐκεῖνον λογίζεσθαι περὶ τοῦ πρέποντος.

p.230