Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Πομπήϊος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός, καὶ συνήντησε τῷ Πομπηΐῳ περὶ τὸν Ἀράξην ποταμόν, ὃς ἀνίσχει μὲν ἐκ τῶν αὐτῶν τῷ Εὐφράτῃ τόπων, ἀποτρεπόμενος δὲ πρὸς τὰς ἀνατολὰς εἰς τὸ Κάσπιον ἐμβάλλει πέλαγος.

οὗτοι μὲν οὖν προῆγον ἅμα τὰς πόλεις παραλαμβάνοντες· ὁ δὲ βασιλεὺς Τιγράνης ἔναγχος μὲν ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δέ τινα τῷ τρόπῳ καὶ πρᾷον πυθόμενος εἶναι τὸν Πομπήϊον, ἐδέξατο μὲν εἰς τὰ βασίλεια φρουράν, ἀναλαβὼν δὲ τοὺς φίλους καὶ συγγενεῖς αὐτὸς ἐπορεύετο παραδώσων ἑαυτόν.

ὡς δὲ ἦλθεν ἱππότης

paris.1624.637
ἐπὶ τὸν χάρακα, ῥαβδοῦχοι δύο τοῦ Πομπηΐου προσελθόντες ἐκέλευσαν ἀποβῆναι τοῦ ἵππου καὶ πεζὸν ἐλθεῖν οὐδένα γὰρ ἀνθρώπων ἐφʼ ἵππου καθεζόμενον ἐν Ῥωμαϊκῷ στρατοπέδῳ πώποτε ὀφθῆναι. καὶ ταῦτα οὖν ὁ Τιγράνης ἐπείθετο καὶ τὸ ξίφος αὐτοῖς ἀπολυσάμενος παρεδίδου· καὶ τέλος, ὡς πρὸς αὐτόν ἦλθε τὸν Πομπήϊον, ἀφελόμενος τὴν κίταριν ὥρμησε πρὸ τῶν ποδῶν θεῖναι, καὶ καταβαλὼν ἑαυτόν, αἴσχιστα δὴ πάντων, προσπεσεῖν αὐτοῦ τοῖς γόνασιν.

ἀλλʼ ὁ Πομπήϊος ἔφθη τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσαγαγέσθαι καὶ πλησίον ἱδρυσάμενος ἑαυτοῦ, τὸν δὲ υ υἱὸν ἐπὶ θάτερα, τῶν μὲν ἄλλων ἔφησε δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπʼ ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν, Σωφηνήν, ἃ δὲ ἄχρι ἑαυτοῦ διατετήρηκεν,

p.204
ἕξειν ἐκτίσαντα ποινὴν ἑξακισχίλια τάλαντα Ῥωμαίοις τῆς ἀδικίας, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν.

ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησε, καὶ τῶν Ῥωμαίων ἀσπασαμένων αὐτόν βασιλέα περιχαρὴς γενόμενος ἐπηγγείλατο στρατιώτῃ μὲν ἡμιμναῖον ἀργυρίου δώσειν, ἑκατοντάρχῃ δὲ μνᾶς δέκα, χιλιάρχῳ δὲ τάλαντον ὁ δʼ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηΐου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαίων. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο.

καὶ μετʼ οὐ πολὺν χρόνον ἔπεμψε Φραάτης ὁ Πάρθος ἀπαιτῶν μὲν τὸν νεανίσκον, ὡς αὐτοῦ γαμβρόν, ἀξιῶν δὲ τῶν ἡγεμονιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ. Πομπήϊος δὲ ἀπεκρίνατο τὸν μὲν Τιγράνην τῷ πατρὶ μᾶλλον ἢ τῷ πενθερῷ προσήκειν, ὅρῳ δὲ χρήσεσθαι τῷ δικαίῳ.

καταλιπὼν δὲ φρουρὸν Ἀρμενίας Ἀφράνιον αὐτὸς ἐβάδιζε διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἀναγκαίως ἐπὶ Μιθριδάτην. μέγιστα δὲ αὐτῶν ἐστιν ἔθνη[*](ἔθνη bracketed by Sintenis.) Ἀλβανοὶ καὶ Ἴβηρες, Ἴβηρες μὲν ἐπὶ τὰ Μοσχικὰ ὄρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δὲ ἐπὶ τὴν ἕω καὶ τὴν Κασπίαν κεκλιμένοι θάλασσαν.

οὗτοι πρῶτον μὲν αἰτοῦντι Πομπηΐῳ δίοδον ἔδοσαν χειμῶνος δὲ τὴν στρατιὰν ἐν τῇ χώρᾳ καταλαβόντος καὶ τῆς Κρονικῆς ἑορτῆς τοῖς Ῥωμαίοις καθηκούσης,

p.206
γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους ἐπεχείρησαν αὐτοῖς, διαβάντες τὸν Κύρνον ποταμόν, ὃς ἐκ τῶν Ἰβηρικῶν ὀρῶν ἀνιστάμενος καὶ δεχόμενος κατιόντα τὸν Ἀράξην ἀπʼ Ἀρμενίας ἐξίησι δώδεκα στόμασιν εἰς τὸ Κάσπιον.

οἱ δὲ οὔ φασι τούτῳ συμφέρεσθαι τὸν Ἀράξην, ἀλλὰ καθʼ ἑαυτόν, ἐγγὺς δὲ ποιεῖσθαι τὴν ἐκβολὴν εἰς ταὐτὸ πέλαγος. Πομπήϊος δέ, καίπερ ἐνστῆναι δυνάμενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθʼ ἡσυχίαν εἶτα ἐπαγαγὼν ἐτρέψατο καὶ διέφθειρε παμπληθεῖς.