Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καὶ Λεύκολλος μὲν ἐν Γαλατίᾳ διέγραψε χώρας τῆς αἰχμαλώτου καὶ δωρεὰς ἄλλας οἷς ἐβούλετο, Πομπήϊος δὲ μικρὸν ἀπωτέρω στρατοπεδεύσας ἐκώλυε προσέχειν αὐτῷ, καὶ τοὺς στρατιώτας

p.196
ἅπαντας ἀφείλετο πλὴν χιλίων ἑξακοσίων, οὓς ἐνόμιζεν ὑπʼ αὐθαδείας ἀχρήστους μὲν ἑαυτῷ, τῷ Λευκόλλῳ δὲ δυσμενεῖς εἶναι.

πρὸς δὲ τούτοις διασύρων τὰ ἔργα ἐμφανῶς ἔλεγε τραγῳδίαις καὶ σκιαγραφίαις πεπολεμηκέναι βασιλικαῖς τὸν Λεύκολλον, αὑτῷ δὲ πρὸς ἀληθινὴν καὶ σεσωφρονισμένην τὸν ἀγῶνα λείπεσθαι δύναμιν, εἰς θυρεοὺς καὶ ξίφη καὶ ἵππους Μιθριδάτου καταφεύγοντος, ἀμυνόμενος δὲ ὁ Λεύκολλος εἰδώλῳ καὶ σκιᾷ πολέμου τὸν Πομπήϊον ἔφη μαχούμενον βαδίζειν, εἰθισμένον ἀλλοτρίοις νεκροῖς, ὥσπερ ὄρνιν ἀργόν, ἐπικαταίρειν καὶ λείψανα πολέμων σπαράσσειν.

οὕτω γὰρ αὑτὸν ἐπιγράψαι Σερτωρίῳ, Λεπίδῳ, τοῖς Σπαρτακείοις, τὰ μὲν Κράσσου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθωκότος. ὅθεν οὐ θαυμάζειν εἰ τῶν Ἀρμενιακῶν καὶ Ποντικῶν πολέμων ὑποβάλλεται τὴν δόξαν, ἄνθρωπος ἑαυτὸν εἰς δραπετικὸν θρίαμβον ἁμῶς γέ πως ἐμβαλεῖν μηχανησάμενος.

ἐκ τούτου Λεύκολλος μὲν ἀπῆρε, Πομπήϊος δὲ τῷ στόλῳ παντὶ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ διαλαβών, αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην, ἔχοντα τρισμυρίους πεζοὺς ἐν φάλαγγι καὶ δισχιλίους ἱππεῖς, μάχεσθαι δὲ μὴ θαρροῦντα.

καὶ πρῶτον μὲν αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος, αὐτὸ τοῦτο κατασχὼν ὁ Πομπήϊος, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον,

p.198
ἐκέλευσεν ἐκβαλεῖν πανταχοῦ φρέατα, καὶ μεστὸν ἦν εὐθὺς ὕδατος ἀφθόνου τὸ στρατόπεδον, ὥστε θαυμάζειν εἰ τῷ παντὶ χρόνῳ τοῦτο Μιθριδάτης ἠγνόησεν.

ἔπειτα περιστρατοπεδεύσας

paris.1624.636
περιετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τετταράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστάτης δυνάμεως, κτείνας τοὺς ἀχρήστους καὶ νοσοῦντας. εἶτα μέντοι περὶ τὸν Εὐφράτην καταλαβὼν αὐτὸν ὁ Πομπήϊος παρεστρατοπέδευσε· καὶ δεδιὼς μὴ φθάσῃ περάσας τὸν Εὐφράτην, ἐκ μέσων νυκτῶν ἐπῆγεν ὠιτλισμένην τὴν στρατιάν·