Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὅθεν ἐνίσταντο τῷ νόμῳ, πλὴν Καίσαρος οὗτος δὲ συνηγόρει τῷ νόμῳ, Πομπηΐου μὲν ἐλάχιστα φροντίζων, ὑποδυόμενος δὲ τὸν δῆμον ἐξ ἀρχῆς ἑαυτῷ καὶ κτώμενος, οἱ δὲ ἄλλοι τοῦ Πομπηΐου σφοδρῶς καθήπτοντο. καὶ τῶν μὲν ὑπάτων ἅτερος, εἰπὼν πρὸς αὐτὸν ὅτι Ῥωμύλον ζηλῶν οὐ φεύξεται ταὐτὸν ἐκείνῳ τέλος, ἐκινδύνευσεν ὑπὸ τοῦ πλήθους διαφθαρῆναι·

Κάτλου δὲ κατὰ τοῦ νόμου προσελθόντος, πολλὴν μὲν αἰδούμενος ὁ δῆμος ἡσυχίαν παρεῖχεν, ἐπεὶ δὲ πολλὰ μετὰ τιμῆς ἀνεπιφθόνως ὑπὲρ τοῦ Πομπηΐου διελθὼν συνεβούλευε φείδεσθαι καὶ μὴ προβάλλειν τοιοῦτον ἄνδρα κινδύνοις

p.180
ἐπαλλήλοις καὶ πολέμοις, ἢ τίνα εἶπεν, ἕξετε ἄλλον, ἂν ἀπολέσητε τοῦτον; ἐκ μιᾶς γνώμης ὑπεφώνησαν ἅπαντες, σὲ αὐτόν.

ὁ μὲν οὖν Κάτλος, ὡς οὐκ ἔπειθεν, ἀπέστη· Ῥωσκίου δὲ προσελθόντος οὐδεὶς ἤκουσεν· ὁ δὲ τοῖς δακτύλοις διεσήμαινε μὴ μόνον, ἀλλὰ δεύτερον αἱρεῖσθαι Πομπήϊον. ἐπὶ τούτῳ λέγεται δυσχεράναντα τὸν δῆμον τηλικοῦτον ἀνακραγεῖν ὥστε ὑπερπετόμενον κόρακα τῆς ἀγορᾶς τυφωθῆναι καὶ καταπεσεῖν εἰς τὸν ὄχλον.

ὅθεν οὐ δοκεῖ ῥήξει τοῦ ἀέρος καὶ διασπασμῷ κενὸν πολὺ λαμβάνοντος ἐνολισθαίνειν τὰ πίπτοντα τῶν ὀρνέων, ἀλλὰ τυπτόμενα τῇ πληγῇ τῆς φωνῆς, ὅταν ἐν τῷ ἀέρι σάλον καὶ κῦμα ποιήσῃ πολλὴ καὶ ἰσχυρὰ φερομένη.