Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πολλῶν δὲ δυσχεραινόντων καὶ ἀγανακτούντων, ἔτι μᾶλλον αὐτούς, ὥς φασι, βουλόμενος ἀνιᾶν ὁ Πομπήϊος, ἐπεχείρησεν ἐλεφάντων ἅρματι τεττάρων ἐπιβὰς εἰσελαύνειν ἤγαγε γὰρ ἐκ Λιβύης τῶν

p.150
βασιλικῶν συχνοὺς αἰχμαλώτους· ἀλλὰ τῆς πύλης στενωτέρας οὔσης ἀπέστη καὶ μετῆλθεν ἐπὶ τοὺς ἵππους.

ἐπεὶ δὲ οἱ στρατιῶται μὴ τυχόντες ἡλίκων προσεδόκησαν ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, οὐδὲν ἔφη φροντίζειν, ἀλλὰ μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους, ὅτε δὴ καὶ Σερουΐλιος, ἀνὴρ ἐπιφανὴς καὶ μάλιστα πρὸς τὸν θρίαμβον ἐνστὰς τοῦ Πομπηΐου, νῦν ἔφη τὸν Πομπήϊον ὁρᾶν καὶ μέγαν ἀληθῶς καὶ ἄξιον τοῦ θριάμβου.

δῆλον δʼ ἐστὶν ὅτι καὶ βουλῆς ἂν ἐθελήσας τότε ῥᾳδίως ἔτυχεν. ἀλλʼ οὐκ ἐσπούδασεν, ὡς λέγουσι, τὸ ἔνδοξον ἐκ τοῦ παραδόξου θηρώμενος. οὐ γὰρ ἦν θαυμαστὸν εἰ πρὸ ἡλικίας ἐβούλευε Πομπήϊος, ἀλλʼ ὑπέρλαμπρον ὅτι μηδέπω βουλεύων ἐθριάμβευε. τοῦτο δὲ αὐτῷ καὶ πρὸς εὔνοιαν ὑπῆρχε τῶν πολλῶν οὐ μικρόν ἔχαιρε γὰρ ὁ δῆμος αὐτῷ μετὰ θρίαμβον ἐν τοῖς ἱππικοῖς ἐξεταζομένῳ.

Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καί δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε· πλήν, ὅτε βίᾳ καί ἄκοντος αὐτοῦ Λέπιδον εἰς ὑπατείαν κατέστησε, συναρχαιρεσιάσας καί τὸν δῆμον εὐνοίᾳ τῇ πρὸς ἑαυτὸν ἐκείνῳ σπουδάζοντα παρασχών, θεασάμενος αὐτὸν ἀπιόντα μετὰ πλήθους διʼ ἀγορᾶς ὁ Σύλλας, ὁρῶ σε, εἶπεν, ὦ νεανία, χαίροντα τῇ νίκῃ·

πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καί καλά, Κάτλου τὸν πάντων ἀρίστου Λέπιδον τὸν πάντων

p.152
κάκιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν· ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατεσκεύακας.[*](κατεσκεύακας with Bekker and S: παρεσκεύακας.) ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις ἃς ἔγραψεν.

ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπολιπών, καί τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν. ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καί πολιτικῶς ἐκεῖνος, ὥστε Λεπίδου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι, βοηθῆσαι καί παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καί ἀσφάλειαν.